Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.94 Joseph. AJ 18.98 (English) >>Joseph. AJ 18.103

18.96

Πέμπει δὲ καὶ Τιβέριος ὡς Οὐιτέλλιον γράμματα, κελεύων αὐτῷ πράσσειν φιλίαν πρὸς Ἀρτάβανον τὸν Πάρθων βασιλέα· ἐφόβει γὰρ αὐτὸν ἐχθρὸς ὢν καὶ Ἀρμενίαν παρεσπασμένος μὴ ἐπὶ πλέον κακουργῇ· πιστεύειν δὲ τῇ φιλίᾳ μόνως ὁμήρων αὐτῷ διδομένων, μάλιστα δὲ τοῦ Ἀρταβάνου υἱέος. 18.97ταῦτα δὲ γράφων Τιβέριος πρὸς τὸν Οὐιτέλλιον μεγάλαις δόσεσι χρημάτων πείθει καὶ τὸν Ἰβήρων καὶ τὸν Ἀλβανῶν βασιλέα πολεμεῖν Ἀρταβάνῳ μηδὲν ἐνδοιάσαι. οἱ δὲ αὐτοὶ μὲν ἀντεῖχον, Ἀλανοὶ δὲ δίοδον αὐτοῖς διδόντες διὰ τῆς αὐτῶν καὶ τὰς θύρας τὰς Κασπίας ἀνοίξαντες ἐπάγουσι τῷ Ἀρταβάνῳ. 18.98καὶ τε Ἀρμενία ἀφῄρητο αὖθις καὶ πλησθείσης πολέμων τῆς Παρθυαίων γῆς οἵ τε πρῶτοι τῶν τῇδε ἐκτείνοντο ἀνδρῶν ἀνάστατά τε ἦν αὐτοῖς τὰ πάντα καὶ τοῦ βασιλέως υἱὸς ἐκ τουτωνὶ τῶν μαχῶν ἔπεσε μετὰ πολλῶν στρατοῦ μυριάδων. 18.99καὶ αὐτοῦ τὸν πατέρα Ἀρτάβανον Οὐιτέλλιος πομπῇ χρημάτων εἴς τε συγγενεῖς καὶ φίλους τοὺς ἐκείνου γενομένῃ ἐμέλλησε μὲν κτιννύειν διὰ τῶν τὰ δῶρα εἰληφότων, αἰσθόμενος δὲ τὴν ἐπιβουλὴν Ἀρτάβανος ἄφυκτον οὖσαν διὰ τὸ ὑπὸ πολλῶν καὶ τῶν πρώτων ἀνδρῶν συντεθεῖσαν μὴ ἀνεῖσθαι τοῦ ἐπὶ πέρας ἐλθεῖν, 18.100καὶ νομίζων καὶ ὁπόσον αὐτῷ καθαρῶς συνειστήκει καὶ τόδε ἤτοι ἐφθαρμένον ἐπὶ δόλῳ τὴν εὔνοιαν προσποιεῖσθαι πείρας αὐτῷ γενομένης μετατάξεσθαι πρὸς τοὺς προαφεστηκότας, εἴς τι τῶν ἄνω σατραπειῶν ἔσωζεν αὑτόν. καὶ πολλὴν μετὰ ταῦτα στρατιὰν ἀθροίσας Δαῶν τε καὶ Σακῶν καὶ πολεμήσας τοὺς ἀνθεστηκότας κατέσχε τὴν ἀρχήν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.94 Joseph. AJ 18.98 (English) >>Joseph. AJ 18.103

Powered by PhiloLogic